Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.128 Dem. 24.131 (English) >>Dem. 24.134

24.129τὴν δέ γʼ ἐνθάδε θεόν, πρεσβευτὴς ἀξιωθεὶς εἶναι ὑφʼ ὑμῶν, ἀποστερῶν τὰς ἀπὸ τῶν ὑμετέρων πολεμίων δεκάτας; ἔπειτα ταμιεύσας ἐν ἀκροπόλει τἀριστεῖα τῆς πόλεως ἔλαβεν ἀπὸ τῶν βαρβάρων ὑφῃρημένος ἐξ ἀκροπόλεως, τόν τε δίφρον τὸν ἀργυρόποδα καὶ τὸν ἀκινάκην τὸν Μαρδονίου, ὃς ἦγε τριακοσίους δαρεικούς; ἀλλὰ ταῦτά γʼ οὕτω περιφανῆ ἐστιν ὥστε πάντας ἀνθρώπους εἰδέναι. 24.130ἀλλὰ τἄλλʼ οὐ βίαιος; ὡς οὐδείς γʼ ἀνθρώπων. εἶτα φείσασθαί τινος αὐτῶν ἄξιόν ἐστιν, ὥστε διὰ τούτους τῶν δεκατῶν τῶν τῆς θεοῦ ἀμελῆσαι τῆς διπλασίας τῶν ὁσίων χρημάτων, τὸν τούτους πειρώμενον σῴζειν μὴ τιμωρήσασθαι; καὶ τί κωλύσει ἅπαντας εἶναι πονηρούς, ἄνδρες δικασταί, εἰ διὰ ταῦτα πλέον ἕξουσιν; ἐγὼ μὲν γὰρ οἶμαι οὐδέν.

24.131μὴ τοίνυν αὐτοὶ διδάσκετε, ἀλλὰ τιμωρεῖσθε. καὶ μὴ ἐᾶτʼ ἀγανακτεῖν εἰ δεθήσονται ἔχοντες τὰ ὑμέτερα ἀλλʼ ἄγετʼ αὐτοὺς ὑπὸ τοὺς νόμους. οὐδὲ γὰρ οἱ τῆς ξενίας ἁλισκόμενοι ἀγανακτοῦσιν ἐν τῷ οἰκήματι τούτῳ ὄντες, ἕως ἂν τῶν ψευδομαρτυριῶν ἀγωνίσωνται, ἀλλὰ μένουσιν καὶ οὐκ οἴονται δεῖν ἐγγυητὰς καταστήσαντες περιιέναι. 24.132ἔδοξε γὰρ τῇ πόλει ἀπιστεῖν αὐτοῖς, καὶ οὐκ ᾤετο δεῖν διακρουσθῆναι τῆς τιμωρίας διʼ ἐγγυητῶν καταστάσεως, ἀλλʼ ἐνταῦθα μένειν αὐτοὺς οὗ καὶ ἄλλοι πολλοὶ τῶν πολιτῶν. καίτοι καὶ ἐπὶ χρήμασιν ἤδη τινὲς ἐδέθησαν καὶ ἐπὶ κρίσεσιν, ἀλλʼ ὅμως ὑπέμενον. ἀηδὲς μὲν οὖν ἴσως ἐστὶν ὀνομαστὶ περί τινων μεμνῆσθαι, ἀναγκαῖον δὲ παρεξετάσαι αὐτοὺς παρὰ τούτους.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.128 Dem. 24.131 (English) >>Dem. 24.134

Powered by PhiloLogic